RECONSTRUCTING Q

Parable of the Mustard Seed (Matthew 13:31-33||Mark 4:30-32||Luke 13:18-20)

63% reflected in both Matthew and Luke

Home | Statistics | Previous | Next | Or go to:

Color Coding: Matthew-Mark Agreements | Mark-Luke Agreements | Matthew-Luke Agreements | Triple Agreement
Formatting: Word Is Different | Word Differs from Both Parallels | Morphology Is Different | Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.

MatthewMarkLukeNotes
31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων 30Καὶ ἔλεγεν 18Ἔλεγεν οὖν
30πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν ; 18τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ θεοῦ καὶ τίνι ὁμοιώσω αὐτήν ;
31ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ 31ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, 19ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ,
32 μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, 31μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς,
32ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, 19καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον,
32ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. 32ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 19καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς 20Καὶ πάλιν εἶπεν
33ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. 20τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ ; 21ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ [ἐν]έκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

Home | Statistics | Previous | Next | Or go to: