Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
1Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, | |||
32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν • | 1προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς • | ||
32σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν • | 2σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν • | ||
32καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. | 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ • | ||
3καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν. | |||
33καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί • | 4καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι | ||
33πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον ; | 4πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας ; | ||
34καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς • | 5καὶ ἠρώτα αὐτούς • | ||
34πόσους ἄρτους ἔχετε ; | 5πόσους ἔχετε ἄρτους ; | ||
34οἱ δὲ εἶπαν • | 5οἱ δὲ εἶπαν • | ||
34ἑπτὰ καὶ ὀλίγα ἰχθύδια. | 5ἑπτά. | ||
35καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν | 6καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς • | ||
36ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. | 6καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ. 7καὶ εἶχον ἰχθύδια ὀλίγα • καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι. | ||
37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις. | 8καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. | ||
38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. | 9ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. |
Home | Statistics | Previous | Next | Or go to: