Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων | 12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, | 7 ̓͂Ηλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα • | |
17προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες • | 12λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ • | 8καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών • πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9οἱ δὲ εἶπαν αὐτῷ • | It is possible that this is from Q, but Luke probably taking things from the next two lines in Mark. |
17ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα ; | 12ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα ; | 9ποῦ θέλεις ἑτοιμάσωμεν ; | It appears from Epiphanius, Panarion 30.22.4 that this verse was in the Gospel of the Ebionites with the last three Matthean words in this order: 2-3-1. It is also possible that this was not there and that Epiphanius is discussing what is in GEbi based on his memory of the Matthean version. |
18ὁ δὲ εἶπεν • | 13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς • | 10ὁ δὲ εἶπεν αὐτοῖς • | |
18ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα | 13ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων • | 10ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων • | |
18καὶ εἴπατε αὐτῷ • | 13ἀκολουθήσατε αὐτῷ 14καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ | 10ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται, 11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας • | |
18ὁ διδάσκαλος λέγει • | 14ὅτι ὁ διδάσκαλος λέγει • | 11λέγει σοι ὁ διδάσκαλος • | |
18ὁ καιρός μου ἐγγύς ἐστιν, | |||
18πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. | 14ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω ; | 11ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω ; | |
15καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον • καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. | 12κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον • ἐκεῖ ἑτοιμάσατε. | ||
19καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα. | 16καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα. | 13ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα. |
Home | Statistics | Previous | Next | Or go to: