Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
18Ἰδὼν δὲ ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν | 35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης • | 22Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς • | There are a few minor agreements here, but not enough to warrant inclusion of this pericope in Q. NOT IN Q: C |
18ἀπελθεῖν εἰς τὸ πέραν. | 35διέλθωμεν εἰς τὸ πέραν. | 22διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, | |
19καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ • | Matthew takes these next few lines from Q 9:57-60. | ||
19διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. | |||
20καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς • | |||
20αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. | |||
21ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ • | |||
21κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. | |||
22ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ • | |||
22ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. | |||
23Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. | 36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετʼ αὐτοῦ. | 22καὶ ἀνήχθησαν. | |
24καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. | 37καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. | 23πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. | |
25καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες • | 38καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ • | 24προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες • | |
25κύριε, σῶσον, ἀπολλύμεθα. | 38διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα ; | 24ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. | Matthew and Luke are closer to one another here than they are to Mark, but it may be just because they thought κύριε/ἐπιστάτα is a more fitting way to address someone who can command the wind and waves than διδάσκαλε. |
26τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, | 39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ • | 24ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος • | |
39σιώπα, πεφίμωσο. | |||
26καὶ ἐγένετο γαλήνη μεγάλη. | 39καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη. | 24καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη. | |
26καὶ λέγει αὐτοῖς • | 40καὶ εἶπεν αὐτοῖς • | 25εἶπεν δὲ αὐτοῖς • | |
26τί δειλοί ἐστε, ὀλιγόπιστοι ; | 40τί δειλοί ἐστε ; οὔπω ἔχετε πίστιν ; | 25ποῦ ἡ πίστις ὑμῶν ; | |
27οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες • | 41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους • | 25φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους • | |
27ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν ; | 41τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ ; | 25τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ ; |
Home | Statistics | Previous | Next | Or go to: