Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
13Ἀκούσας δὲ ὁ Ἰησοῦς | |||
30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. | 10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. | ||
31καὶ λέγει αὐτοῖς • | |||
13ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν • | 31δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. | 10Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά. | |
31ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. | |||
13ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν • |
32Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. | 10Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά. |
|
13καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. | 33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοὶ καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς. | 11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ • | |
14Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς | 34Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτούς, | 11καὶ ἀποδεξάμενος αὐτοὺς | |
34ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, | Matthew had already used this earlier in Matt 9:36. | ||
34καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. | 11ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, | ||
14καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. | 11καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. | ||
15Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες • | 35Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον | 12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν • προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ • | |
15ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν • ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. | 35ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή • 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. | 12ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. | |
16ὁ δὲ [Ἰησοῦς] εἶπεν αὐτοῖς • | 37ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς • | 13εἶπεν δὲ πρὸς αὐτούς • | |
16οὐ χρείαν ἔχουσιν ἀπελθεῖν, | |||
16δότε αὐτοῖς ὑμεῖς φαγεῖν. | 37δότε αὐτοῖς ὑμεῖς φαγεῖν. | 13δότε αὐτοῖς ὑμεῖς φαγεῖν. | |
17οἱ δὲ λέγουσιν αὐτῷ • | 37καὶ λέγουσιν αὐτῷ • | 13οἱ δὲ εἶπαν • | |
37ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν ; | 13οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. | Luke's reference to five loaves and two fish comes much earlier than Mark's. | |
21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. | 44καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες. | 14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. | |
38ὁ δὲ λέγει αὐτοῖς • | |||
38πόσους ἄρτους ἔχετε ; ὑπάγετε ἴδετε. | |||
17οἱ δὲ λέγουσιν αὐτῷ • | 38καὶ γνόντες λέγουσιν • | ||
17οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. | 38πέντε, καὶ δύο ἰχθύας. | ||
18ὁ δὲ εἶπεν • | |||
18φέρετέ μοι ὧδε αὐτούς. | |||
19καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, | 39καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. | 15καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. | |
40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. | 14κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. | ||
19. | 41καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ] ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. | 15καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. 16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. | |
20καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, | 42καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, | 17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, | |
20καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. | 43καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. | 17καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. | |
21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. | 44καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες. | 14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. |
Home | Statistics | Previous | Next | Or go to: