Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου | 27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου • | 18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, | |
13ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων • | 27καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς • | 18καὶ ἐπηρώτησεν αὐτοὺς λέγων • | |
13τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου ; | 27τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι ; | 18τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι ; | |
14οἱ δὲ εἶπαν • | 28οἱ δὲ εἶπαν αὐτῷ λέγοντες [ὅτι] | 19οἱ δὲ ἀποκριθέντες εἶπαν • | |
14οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. | 28Ἰωάννην τὸν βαπτιστήν , καὶ ἄλλοι Ἠλίαν , ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. | 19Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. | |
15λέγει αὐτοῖς • | 29καὶ αὐτὸς ἐπηρώτα αὐτούς • | 20εἶπεν δὲ αὐτοῖς • | |
15ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ; | 29ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ; | 20ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ; | |
16ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν • | 29ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ • | 20Πέτρος δὲ ἀποκριθεὶς εἶπεν • | |
16σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. | 29σὺ εἶ ὁ χριστός. | 20τὸν χριστὸν τοῦ θεοῦ. | |
17ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ • | This reads like the typical Q introduction. | ||
17μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὃτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. | Beatitudes are typical of Q. | ||
18κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. | |||
19δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. | "kingdom of heaven" is a typical Q expression. | ||
20τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ χριστός. | 30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. | 21ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο |
Home | Statistics | Previous | Next | Or go to: