RECONSTRUCTING Q

Divorce (Matthew 19:1-12||Mark 10:1-12)

0% reflected in both Matthew and Luke

Home | Statistics | Previous | Next | Or go to:

Color Coding: Matthew-Mark Agreements | Mark-Luke Agreements | Matthew-Luke Agreements | Triple Agreement
Formatting: Word Is Different | Word Differs from Both Parallels | Morphology Is Different | Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.

MatthewMarkLukeNotes
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. 1Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας [καὶ] πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
3Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν ; 2Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
4 δὲ ἀποκριθεὶς εἶπεν 3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς
3τί ὑμῖν ἐνετείλατο Μωϋσῆς ;
7λέγουσιν αὐτῷ 4οἱ δὲ εἶπαν
7τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [αὐτήν] ; 4ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
8λέγει αὐτοῖς 5 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς
8ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, 5πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
8ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 6ἀπὸ δὲ ἀρχῆς
4οὐκ ἀνέγνωτε ὅτι κτίσας ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς ; 6ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
5καὶ εἶπεν ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 7ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ], 8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. 8ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ. 9 οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν. 11καὶ λέγει αὐτοῖς
9λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται. 11ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν
12καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.
10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ]
10εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
11 δὲ εἶπεν αὐτοῖς
11οὐ πάντες χωροῦσιν τὸν λόγον [τοῦτον] ἀλλʼ οἷς δέδοται. 12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. δυνάμενος χωρεῖν χωρείτω. Matthew's additional words here are also attested in Ign. Smyr. 6.1. Matthew uses the expression "kingdom of heaven" which I think is always from Q.

Home | Statistics | Previous | Next | Or go to: