Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
23Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες • | 27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28καὶ ἔλεγον αὐτῷ • | 1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2καὶ εἶπαν λέγοντες πρὸς αὐτόν • | All the minor agreements here are explicable without resorting to Q. NOT IN Q: C. |
23ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ; | 28ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς ; | 2εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην ; | |
24ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς • | 29ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς • | 3ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς • | |
24ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ • | 29ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ • | 3ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι • | |
25τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν ; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων ; | 30τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ; ἀποκρίθητέ μοι. | 4τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ; | |
25οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες • | 31καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες • | 5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι | |
25ἐὰν εἴπωμεν • ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν • διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ ; 26ἐὰν δὲ εἴπωμεν • ἐξ ἀνθρώπων, | 31ἐὰν εἴπωμεν • ἐξ οὐρανοῦ, ἐρεῖ • διὰ τί [οὖν] οὐκ ἐπιστεύσατε αὐτῷ ; 32ἀλλὰ εἴπωμεν • ἐξ ἀνθρώπων ; | 5ἐὰν εἴπωμεν • ἐξ οὐρανοῦ, ἐρεῖ • διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ ; 6ἐὰν δὲ εἴπωμεν • ἐξ ἀνθρώπων, | |
26φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. | 32- ἐφοβοῦντο τὸν ὄχλον • ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν. | 6ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. | |
27καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν • | 33καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν • | 7καὶ ἀπεκρίθησαν | |
27οὐκ οἴδαμεν. | 33οὐκ οἴδαμεν. | 7μὴ εἰδέναι πόθεν. | |
27ἔφη αὐτοῖς καὶ αὐτός • | 33καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς • | 8καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς • | |
27οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. | 33οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. | 8οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. | |
28Τί δὲ ὑμῖν δοκεῖ ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν • τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι. 29ὁ δὲ ἀποκριθεὶς εἶπεν • οὐ θέλω, ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν • ἐγώ, κύριε, καὶ οὐκ ἀπῆλθεν. 31τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός ; | Matthew may have realized that he did not use the parable of the Prodigal Son from Q 15 and saw this as a fitting place for it. It is greatly abbreviated because Matthew has used it for a different emphasis - the displeasure with the older son, which comes across in Luke 15:1-2, rather than the acceptance of the prodigal, which is greatly elaborated in Luke 15:11-35. | ||
31λέγουσιν • | |||
31λέγει αὐτοῖς ὁ Ἰησοῦς • | |||
31ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ • ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. | From Q 7:29-30. |
Home | Statistics | Previous | Next | Or go to: