Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24λέγοντες • | 18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες • | 27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [ἀντι-]λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28λέγοντες • | |
24διδάσκαλε, Μωϋσῆς εἶπεν • ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. | 19διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. | 28διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. | |
25ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί • καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ • | 20ἑπτὰ ἀδελφοὶ ἦσαν • καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα • | 29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν • καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος • | |
26ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά. | 21καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα • καὶ ὁ τρίτος ὡσαύτως • 22καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. | 30καὶ ὁ δεύτερος 31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον. | |
27ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή. | 22ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. | 32ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν. | |
28ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή ; | 23ἐν τῇ ἀναστάσει [ὅταν ἀναστῶσιν] τίνος αὐτῶν ἔσται γυνή ; | 33ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή ; | |
28πάντες γὰρ ἔσχον αὐτήν • | 23οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. | 33οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. | |
29ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς • | 24ἔφη αὐτοῖς ὁ Ἰησοῦς • | 34καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς • | |
29πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ • | 24οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ; | ||
30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν. | 25ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. | 34οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται, 35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται • 36οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. | |
31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος • | 26περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων • | 37ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει | |
32ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ ; | 26ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ [ὁ] θεὸς Ἰσαὰκ καὶ [ὁ] θεὸς Ἰακώβ ; | 37κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ. | |
32οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων. | 27οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων • | 38θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, | |
38πάντες γὰρ αὐτῷ ζῶσιν. | |||
27πολὺ πλανᾶσθε. | |||
33καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. |
Home | Statistics | Previous | Next | Or go to: