RECONSTRUCTING Q

Defilements (Matthew 15:1-20||Mark 7:1-23)

0% reflected in both Matthew and Luke

Home | Statistics | Previous | Next | Or go to:

Color Coding: Matthew-Mark Agreements | Mark-Luke Agreements | Matthew-Luke Agreements | Triple Agreement
Formatting: Word Is Different | Word Differs from Both Parallels | Morphology Is Different | Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.

MatthewMarkLukeNotes
1Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς 1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων.
2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους
3- οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4καὶ ἀπʼ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων [καὶ κλινῶν] -
1λέγοντες 5καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς
2διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων ; οὐ γὰρ νίπτονται τὰς χεῖρας [αὐτῶν] ὅταν ἄρτον ἐσθίωσιν. 5διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον ;
3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς 6 δὲ εἶπεν αὐτοῖς
7ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων 8 λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ 9μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
6καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται [ὅτι] οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ 7μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
3διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν ; 8ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.
9καὶ ἔλεγεν αὐτοῖς
9καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε.
4 γὰρ θεὸς εἶπεν τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω. 10Μωϋσῆς γὰρ εἶπεν τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω.
5ὑμεῖς δὲ λέγετε ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 6οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ 11ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρί κορβᾶν, ἐστιν δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ τῇ μητρί, The Jewish Gospel: corban is what you should obtain from us.
6καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. 13ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν παρεδώκατε
13καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
10καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς 14Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς
10ἀκούετε καὶ συνίετε 14ἀκούσατέ μου πάντες καὶ σύνετε.
11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 15οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν δύναται κοινῶσαι αὐτόν, ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.
12Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ 17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
12οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν ;
13 δὲ ἀποκριθεὶς εἶπεν
13πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται. The parallel to this saying (Matt 15:13) in Gos. Thom. 40, and its close connection with Matt 15:14 = Q/Luke 6:39 may justify its inclusion in Q in this context." (Koester, Ancient Christian Gospels, 137)
14ἄφετε αὐτούς τυφλοί εἰσιν ὁδηγοὶ [τυφλῶν] τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ
15φράσον ἡμῖν τὴν παραβολὴν [ταύτην].
17ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
16 δὲ εἶπεν 18καὶ λέγει αὐτοῖς
16ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε ; 18οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε ;
17οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται ; 18οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται,
19καθαρίζων πάντα τὰ βρώματα ;
20ἔλεγεν δὲ ὅτι
18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 20τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 21ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, 22μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη
20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
20τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

Home | Statistics | Previous | Next | Or go to: