Home | Statistics | Previous | Next | Or go to:
Color Coding: Matthew-Mark Agreements |
Mark-Luke Agreements |
Matthew-Luke Agreements |
Triple Agreement
Formatting: Word Is Different |
Word Differs from Both Parallels |
Morphology Is Different |
Morphology Differs from Both Parallels
Gray Background: This is not where this portion is found in this gospel.
Matthew | Mark | Luke | Notes |
---|---|---|---|
6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, | 3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, | ||
7προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. | 3κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. | νάρδου πιστικῆς πολυτελοῦς is likely an interpolation from John 12:3. It is not in the Western text of Mark, nor does Matthew reflect it. | |
8ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες • | 4ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς • | ||
8εἰς τί ἡ ἀπώλεια αὕτη ; | 4εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν ; | ||
9ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. | 5ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς • | ||
5καὶ ἐνεβριμῶντο αὐτῇ. | |||
10γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς • | 6ὁ δὲ Ἰησοῦς εἶπεν • | ||
6ἄφετε αὐτήν • | |||
10τί κόπους παρέχετε τῇ γυναικί ; | 6τί αὐτῇ κόπους παρέχετε ; | ||
10ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ • | 6καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί. | ||
11πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, | 7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν | ||
7καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, | |||
11ἐμὲ δὲ οὐ πάντοτε ἔχετε • | 7ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. | ||
8ὃ ἔσχεν ἐποίησεν • | |||
12βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. | 8προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. | ||
13ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. | 9ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. |
Home | Statistics | Previous | Next | Or go to: